Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.246 Joseph. AJ 14.252 (English) >>Joseph. AJ 14.257

14.250ἵνα τε μηδεὶς ἀτελὴς ἐκ τῆς Ἰουδαίων χώρας τῶν λιμένων αὐτῶν ἐξάγων βασιλεὺς δῆμος μόνος Πτολεμαῖος Ἀλεξανδρέων βασιλεὺς διὰ τὸ εἶναι σύμμαχος ἡμέτερος καὶ φίλος, καὶ τὴν ἐν Ἰόππῃ φρουρὰν ἐκβαλεῖν, καθὼς ἐδεήθησαν· 14.251τῆς βουλῆς ἡμῶν Λούκιος Πέττιος ἀνὴρ καλὸς καὶ ἀγαθὸς προσέταξεν, ἵνα φροντίσωμεν ταῦτα οὕτως γενέσθαι, καθὼς σύγκλητος ἐδογμάτισεν, προνοῆσαί τε τῆς ἀσφαλοῦς εἰς οἶκον τῶν πρεσβευτῶν ἀνακομιδῆς. 14.252ἀπεδεξάμεθα δὲ καὶ ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν τὸν Θεόδωρον, ἀπολαβόντες δὲ τὴν ἐπιστολὴν παρʼ αὐτοῦ καὶ τὸ τῆς συγκλήτου δόγμα, καὶ ποιησαμένου μετὰ πολλῆς σπουδῆς τοὺς λόγους καὶ τὴν Ὑρκανοῦ ἐμφανίσαντος ἀρετὴν καὶ μεγαλοψυχίαν, 14.253καὶ ὅτι κοινῇ πάντας εὐεργετεῖ καὶ κατʼ ἰδίαν τοὺς πρὸς αὐτὸν ἀφικομένους, τά τε γράμματα εἰς τὰ δημόσια ἡμῶν ἀπεθέμεθα καὶ αὐτοὶ πάντα ποιεῖν ὑπὲρ Ἰουδαίων σύμμαχοι ὄντες Ῥωμαίων κατὰ τὸ τῆς συγκλήτου δόγμα ἐψηφισάμεθα. 14.254ἐδεήθη δὲ καὶ Θεόδωρος τὴν ἐπιστολὴν ἡμῖν ἀποδοὺς τῶν ἡμετέρων στρατηγῶν, ἵνα πέμψωσι πρὸς Ὑρκανὸν τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ πρέσβεις δηλώσοντας τὴν τοῦ ἡμετέρου δήμου σπουδὴν καὶ παρακαλέσοντας συντηρεῖν τε καὶ αὔξειν αὐτὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ ἀγαθοῦ τινος αἴτιον γίνεσθαι,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.246 Joseph. AJ 14.252 (English) >>Joseph. AJ 14.257

Powered by PhiloLogic